Καίτοι γὰρ ἔχων οὐδένα τὸν παραστάτην, κατεπάτησα αὐτοὺς ἐν θυμῷ, καὶ κατέθλασα αὐτοὺς ὡς γῆν, κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· μετὰ γάρ τοι τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ, πᾶν εἶδος ἀφορήτου συμφορᾶς τοῖς Ἰουδαίων δήμοις ἐκ θείας ὀργῆς ἐπενήνεκται. «Ἡμέρα γὰρ ἀνταποδόσεως,» φησὶν, «ἐπῆλθεν αὐτοῖς.» Οἷς γὰρ ἐξὸν ἁρπάσαι τὴν πίστιν, καὶ τὴν δι᾽ αὐτῆς καταπλουτῆσαι χάριν, εἶτα ῥᾴθυμοι γεγονότες, μᾶλλον δὲ ἀλαζόνες, καὶ ὑβρισταὶ, καὶ μέχρι παντὸς θεομάχοι, πῶς οὐ σφόδρα εἰκότως παντὸς εἴσω γεγόνασι κακοῦ; Πλὴν ὁ τῆς ἐκείνου ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν ταυτῷ γὰρ ὁ μὲν ἐξήνιος ἐκολάζετο, ὁ δὲ εὐπειθὴς καὶ ὑφειμένος ἐλυτρώθη παρὰ Χριστοῦ. «Ἐπέβλεψα γὰρ,» φησὶ, «καὶ οὐκ ἦν ὁ βοηθός· προσενόησα, καὶ οὐδεὶς ἀντελάβετο·» καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. «Καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου.» Ἔοικεν ἐν τούτοις τῆς τῶν Γραμματέων καὶ Φαρισαίων ῥᾳθυμίας ποιεῖσθαι καταβοὴν, οἳ τετάχαντο μὲν εἰς τὸ καθηγεῖσθαι λαῶν, καὶ ἀπευθύνειν αὐτοὺς εἰς δικαιοσύνην, καὶ παιδαγωγεῖν εὖ μάλα πρὸς τὸ Θεῷ δοκοῦν. Ῥᾴθυμοι δὲ ἦσαν οὕτω, καὶ ἀναπεπτωκότες, ὡς ἐπικουρεῖν μὲν οὐδενὶ τῶν ὑπεζευγμένων, καὶ ταῖς νουθεσίαις ἐπανορθοῦν, ἐκ δὲ τῶν ἐναντίων καὶ ἀποκομίζειν εἰς ἀπιστίαν.