Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖσαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβολαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον. Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύοντος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσολύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξασθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ᾽ αὐτῷ λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζοντος τῷ Ἐφραῒμ μετὰ τῶν Ἱεροσολύμων; <Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ, Φύλαξαι τοῦ ἡσυχάσαι, καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων.