Ναυκρατίῳ τέκνῳ
Τὸ μὲν ἱερὸν γράμμα φησί· φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ ὀδυρμὸς πολύς, Ῥαχιὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι· ἐγὼ δὲ ὁ τάλας μεθαρμόσας τὴν φωνὴν ἐκεῖνο εἰκότως φράσαιμι· χαρᾶς εὐαγγέλια ἠκουτίσθη ἡμῖν παρὰ τῆς τιμιότητός σου, ἐφ᾽ ᾧ σκιρτᾶν ἔστιν οὐ τὴν πόλιν τήνδε ἢ τήνδε, ἀλλὰ σχεδὸν εἰπεῖν ἅπασαν τὴν ὑπ᾽ οὐρανόν, ὅτι καθεῖλεν Κύριος οὐ τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασάν, βασιλεῖς μικροὺς καὶ μικρὸν μέρος τῆς οἰκουμένης ἐκθλίβοντας, ἀλλὰ τὸν νεοφανῆ καὶ μέγαν δράκοντα καὶ πολλὴν οἰκουμένην ληίζοντα, τὸν σκολιὸν ὄφιν καὶ συρίζοντα βλάσφημα, τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ σκεῦος τῆς ὀργῆς, τὸν υἱὸν τοῦ Ταβεήλ, ἵνα μὴ λέγω Καβαλλίνου, τὸν ἀπόγονον τοῦ Ἀχαάβ, τὸ ἐξεμπλάριον Ἰουλιανοῦ, τὸ πλήρωμα τοῦ πονηροῦ, τὸν ὑβριστὴν Χριστοῦ, τὸν ἐχθρὸν τῆς Θεοτόκου, τὸν ἀντίπαλον τῶν ἁπάντων ἁγίων. ὧν γὰρ τοὺς σεπτοὺς χαρακτῆρας ἐδίωξέ τε καὶ ἐξηφάνισεν, δῆλον ὅτι τούτων ὁλοτελῶς ἐχθρὸς καὶ διώκτης ἐχρημάτισεν. εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥανάτωσαν τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ δικαιοσύνην. πέπτωκεν ὁ ἐχθρός, συνετρίβη ὁ κόπτων ἡμᾶς. ἐνεφράγη στόμα λαλοῦν ἄδικα, ἐπεσχέθη χεὶρ Ἀβεσσαλώμ, οἴχεται ὁ σκληροκάρδιος Φαραώ. καὶ οὔπω μοι καιρὸς καὶ τόπος ἐκφράσαι τὰ ἀκοῆς ἄξια τοῦ παγκακίστου δράκοντος.