Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε κεκυρίευκε τῶν πενήτων, τότε τεταπείνωται. <Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός.> (L f. 72.) ᾨήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύσει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ᾽ ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ. <Ὑψωθήτω ἡ χείρ σου.> (A f. 72, B f. 40·) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς· «Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή·» αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη. Κατήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκόμισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι᾽ Υἱοῦ τὰ πάντα κατεργάζεται.