Πῶς γὰρ οὐκ ἄνομοι, καὶ ἁπάσης ἔμπλεοι πονηρίας, οἱ θανάτῳ περιβαλεῖν σπουδάσαντες τὸν καλοῦντα πρὸς ζωὴν, τὸν οὐκ εἰδότα τὴν ἁμαρτίαν, καίτοι τοῦ νόμου λέγοντος σαφῶς· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς;» Πῶς οὐ πᾶσα γλῶσσα τῶν Ἰουδαίων λελάληκεν ἄδικα; Κατεκεκράγεσαν γὰρ τοῦ Χριστοῦ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ, «Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» <Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. Καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία, καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα· διὰ θυμὸν ὀργῆς Κυρίου, συγκέκαυσται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κεκαυμένος, ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ἀλλ᾽ ἐκκλινεῖ εἰς τὰ δεξιὰ, ὅτι πεινάσει καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἅνθρωπος ἐσθίων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. Φάγεται γὰρ Μανασσῆς τοῦ Ἐφραῒμ, καὶ Ἐφραῒμ τοῦ Μανασσῆ· ὅτι ἅμα πολιορκήσουσι τὸν Ἰούδαν.> Ἀκμαζούσης ἔτι τῆς θείας ὀργῆς, ἐπηρτημένης δὲ καὶ αὐτῆς τῆς χειρὸς τῆς ἐπαγούσης τὴν μάστιγα καὶ τὰς αἰκίας αὐτοῖς, ἕκαστα σαφῶς τῶν συμβησομένων προαναγορεύειν πειρᾶται, σωφρονεστέρους τοῖς δείμασι τοὺς ἀκροωμένους ἀποτελῶν.