Ἐάν τις προσέλθῃ ἐν ὑμῖν προσήλυτος ἐν τῇ γῇ ὑμῶν, οὐ θλίψετε αὐτόν· ὡς αὐτόχθων ἔσται ἐν ὑμῖν.» «Εἶπεν ἀνὴρ ὁ πρεσβύτης· Ποῦ πορεύῃ, καὶ πόθεν ἔρχῃ; Καὶ εἶπεν πρὸς αὐτόν· Διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεὲμ τῆς Ἰούδα ἕως μερῶν ὄρους Ἐφραῒμ, καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων με εἰς τὴν οἰκίαν. Καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης· Εἰρήνευσον, πᾶν τὸ ὑστέρημά σου ἐπ᾽ ἐμέ· πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς. Καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ· καὶ ἀπήγαγε τοὺς ὄνους, καὶ παρενέβαλε τοῖς ὑποζυγίοις αὐτοῦ χορτάσματα, καὶ ἔνιψαν τοὺς πόδας αὐτῶν, καὶ ἔφαγον, καὶ ἔπιον.» «Ἔξω οὐκ ηὐλίζετο ξένος· ἡ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» «Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται.» «Διασωθέντες δὲ ἔγνωσαν, ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Πουπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας, φιλοφρόνως ἐξένισεν.» «Ἡ φιλαδελφία μενέτω· καὶ τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε. Διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Ξένον σεαυτὸν ἴσθι, καὶ τίμα ξένους.