Ὅτι μὲν οὖν δι’ ἁμαρτίαν, ὡς εἴπομεν, ὁ ὄλεθρος τοῖς ἀνθρώποις ἐπάγεται, καὶ ὁ Ἱερεμίας δηλοῖ· Τάδε λέγει κύριος, βοῶν, ὁ θεὸς Ἰσραήλ. Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, ὥστε παντὸς ἀκούοντος ταῦτα ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον. Καὶ σφάξω τὴν βουλὴν Ἰούδα καὶ τὴν βουλὴν Ἰσραὴλ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. Καὶ συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. Ὅρα, ὅπως καὶ ἡ αἰτία προστίθεται τῆς ἀπωλείας αὐτῶν· οὐκ ἐπειδή, φησί, συνετελέσθησαν αὐτοῖς οἱ ὅροι τῶν ἡμερῶν, ἀλλ’ ἐπειδὴ ἐμὲ ἐγκατέλιπον καὶ τὰς ἐντολάς μου ἠθέτησαν καὶ ἐπληθύνθη ἡ ἀνομία αὐτοῖς, διὰ τοῦτο ἐγὼ ἀφανίσω αὐτοὺς καὶ τὸν τόπον αὐτῶν, καθὼς καὶ ὁ ψαλμογράφος διασαφεῖ· Ἀποδώσει, λέγων, αὐτοῖς κύριος τὴν ἀνομίαν αὐτῶν καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτούς.