Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐτοῖς ἅπαξ ἀντιτυπίαν· ὅτι δὲ τὰ σκεύη τοῦ κεραμέως οὐκ ἔστιν ὀστράκινα, ἀλλὰ πήλινα· ὅθεν καὶ διαστραφέντα ῥᾳδίως ἂν πρὸς τὸ δεύτερον ἐπανέλθῃ σχῆμα τῇ τοῦ τεχνίτου σοφίᾳ. Ὅταν μὲν οὖν συμφορὰν ἀνίατον λέγῃ, οὐ σκεύη κεραμέως φησὶν, ἀλλὰ σκεῦος ὀστράκινον. Ὅτε γοῦν ἐβούλετο διδάξαι τὸν προφήτην καὶ τοὺς Ἰουδαίους, ὅτι συμφορᾷ ἀνιάτῳ παρέδωκε τὴν πόλιν, ἐκέλευσε λαβεῖν βίκον ὀστράκινον, καὶ συντρίψαι ἔμπροσθεν παντὸς τοῦ δήμου, καὶ εἰπεῖν· Οὕτως ἀπολεῖται καὶ ἡ πόλις, καὶ συντριβήσεται. Ἐπειδὰν δὲ βούληται χρηστὰς αὐτοῖς ὑποτείνειν ἐλπίδας, εἰς κεραμεῖον κατάγει τὸν προφήτην, καὶ οὐ δείκνυσιν αὐτῷ σκεῦος ὀστράκινον, ἀλλὰ δείκνυσιν αὐτῷ σκεῦος πήλινον ἐν ταῖς χερσὶ τοῦ κεραμέως γινόμενον, διαπίπτον, καὶ ἐπάγει λέγων· Εἰ ὁ κεραμεὺς οὗτος τὸ σκεῦος τὸ διαπεσὸν ἀναλαβὼν ἐῤῥύθμισε πάλιν, οὐ πολλῷ μᾶλλον ἐγὼ δυνήσομαι διαπεσόντας ὑμᾶς ἐπανορθῶσαι; Δυνατὸν μὲν οὖν τῷ Θεῷ οὐχὶ πηλίνους ὄντας μόνον διορθῶσαι διὰ λουτροῦ παλιγγενεσίας, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος δεξαμένους ἐνέργειαν, καὶ διολισθήσαντας διὰ μετανοίας ἠκριβωμένης πρὸς τὸ ἀρχαῖον ἐπαναγαγεῖν.