Ἵνα τί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;» «Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου· ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος.» «Ναβουχοδονόσωρ βασιλεὺς Βαβυλῶνος κατέφαγέ με ὡς δράκων· ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τροφῆς μου. Ἔξωσάν με οἱ μόχθοι μου εἰς Βαβυλῶνα.» «Ψυχὴ λυπουμένη καὶ ψυχὴ πεινῶσα δώσουσι δόξαν καὶ δικαιοσύνην, Κύριε.» «Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ τῇ καταλειφθείσῃ ὑπὸ πολλῶν. Βαδίζετε, τέκνα, βαδίζετε· ἐγὼ γὰρ κατελείφθην ἔρημος. Ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκους τῆς δεήσεως.» «Ἴδε, Κύριος, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός. Ἴδε, Κύριος, ὅτι θλίβομαι, καὶ ἡ καρδία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί. Ἐχόρτασέ με πικρίας, ἐμέθυσε χολῆς, ἐξέβαλε ψήφῳ ὀδόντας μου. Ἐψώμισέ με σποδόν· ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου.» «Μὴ παροξύνῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Καρδίαν παρωργισμένην μὴ προσταράξῃς.» «Μὴ καταγελάσῃς ἄνθρωπον ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν, καὶ ὁ ἀνυψῶν.» «Κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς.» «Κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν, ἢ ἀῤῥώστημα ἔμμονον. Μὴ δὸς εἰς λύπην τὴν ψυχήν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ. Πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὄφελος ἐν αὐτῇ.» «