Ἠγνόουν γὰρ τὸν Βαραββᾶν αἰτούμενοι, καὶ τὸν Κύριον ἀποκτείνοντες, ὅτι τὸν μὲν βίον βιώσονται τοῦ Βαραββᾶ, καὶ πᾶσα στάσις καὶ φόνος παρ᾽ αὐτοῖς αὐξήσει· ἀποβαλοῦσι δὲ ἀφ᾽ ἑαυτῶν τὸ φῶς καὶ τὴν ἀλήθειαν, καὶ πάντα ὅσα ἐστὶν ὁ Κύριος, ὡς ὁ Ἡσαΐας λέγει· «Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Ἐνέπαιζον γὰρ οἱ ἄθλιοι τῷ Κυρίῳ, καὶ οὐκ ἔβλεπον, ὅτι τὸ προφητικὸν κατ᾽ αὐτῶν ἐπληροῦτο ῥητὸν τὸ λέγον· «Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Τοῦτο γάρ ἐστι τὸ παράδοξον τοῦ Σωτῆρος, ὅτι σταυρούμενος ἔπασχε μὲν ὑπὲρ τῆς ἀνθρωπότητος, κατέπαιξε δὲ τοῦ θανάτου, καὶ κατὰ Ἰουδαίων ἐπληροῦτο τὰ γεγραμμένα. Ὅτι δὲ καὶ τὸ φῶς ἀφῄρηται ἀπ᾽ αὐτῶν, γέγραπται ἐν τῷ Ἱερεμίᾳ οὕτως· «Ὁ Λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Ἀφελῶ ἀπ᾽ αὐτῶν φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρᾶς, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου.»