Ἐξέστησαν διὰ τὸν οἶνον· ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα.» «Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολοῦντες τὰ πρόβατα τῆς ποίμνης. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμένας τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά. Ἰδοὺ ἐγὼ ἐκδικῶ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.» «Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου· οἱ ποιμαίνοντες αὐτὸν ἔξωσαν αὐτοὺς, ἐπὶ τὰ ὄρη, ἀπεπλάνησαν αὐτούς.» «Οἱ ἀφηγούμενοι αὐτῶν λέοντες ὠρυόμενοι, οἱ ἁρπάζοντες ἅρπαγμα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ.» «Καὶ ἱερεῖς ἠθέτησαν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέστελλον, καὶ ἐβεβήλουν με ἐν μέσῳ αὐτῶν. Οἱ ἄρχοντες αὐτῶν ἐν μέσῳ αὐτῆς ὡς λύκοι, ἁρπάζοντες ἅρπαγμα, τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν· καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτούς.» «Τάδε λέγει Κύριος· Ὦ οἱ ποιμένες Ἱερουσαλήμ! μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ σφάζεσθε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε, καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας.