Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν ἅλωσιν Ἱερουσαλήμ· καὶ συλλαμβάνεται καὶ ἐμβάλλεται εἰς δεσμωτήριον ὁ Ἱερεμίας, καὶ μεταπεμφθεὶς ἐκεῖθεν ὑπὸ Σεδεκίου, λέγει αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμφθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν ἐξελθεῖν, ἀνῆλθεν ὁ βάρβαρος, καὶ ἑάλω ἡ πόλις μετὰ Σεδεκίου. Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βούλοιντο, ἔρχεται πρὸς Γοδολίαν, ὃν κατέστησεν ἄρχοντα τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Ἰουδαίᾳ. Συνήχθησαν πρὸς Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι.