Ἐπειδὴ δὲ καὶ λόγῳ καὶ πράξει κατεφθαρμένοι ὑπάρχουσι, τοῖς παροῦσι μόνον κεχήνασι, τῇ σαρκὶ προσθέμενοι, καὶ τῇ γαστρὶ ἐξανδραποδιζόμενοι, καὶ θεὸς αὐτοῖς ἣ κοιλία, καὶ ταῦτα δὴ τὰ περικόσμια καὶ ὅσα πρὸς λαιμὸν καὶ γαστέρα χωρεῖ, εὐδαιμονίαν εἶναι τὴν ἀνωτάτω μετροῦσιν· ἐπ’ οὐδενὶ δὲ κρείττονι τὰς ἐλπίδας ἀπερείδουσι, πρὸς οὐδὲν τῶν ὑψηλοτέρων ἢ λυσιτελεστέρων βλέποντες· πένονται δὲ θείοις κρίμασι, καὶ ἀπορίᾳ πολλῇ πιέζονται, μάλιστα τῶν βασιλικῶν σιτηρεσίων αὐτοῖς ἐπιλελοιπότων, ἀφ’ ὧν τὰ πρὸς τὸ ζῇν μετὰ τῶν ὅπλων αὐτοῖς περιεγίνετο· μέτροις γοῦν καὶ σταθμοῖς τῶν ἀναγκαίων καὶ ἐδωδίμων τὰ ὤνια ἀπαριθμούμενοι, τὴν αὐτῶν πίστιν ἐπὶ τῇ τῆς γαστρὸς θεραπείᾳ ἐπικρίνουσιν οἱ ἄφρονες· ἁδρότητι βρωμάτων ἢ ὀρθότητι δογμάτων ταύτην ταλαντεύοντες· στέργοντες μὲν ὁπόταν τῶν ἀναγκαίων καὶ τῶν καθ’ ἡδονὴν εἶεν διακορεῖς, σχετλιάζοντες δὲ καὶ τὴν καθ’ ἡμᾶς εὐσέβειαν καταιτιώμενοι, ἡνίκα ἄν τι τούτων ἀπολιμπάνοιτο· ὁμογνώμονες γὰρ καὶ ὁμότροποι, αὐτοί τε καὶ οἱ τῇ ἴσῃ ἀπιστίᾳ κεκρατημένοι, τοῖς ποτε τῆς Αἰγυπτιακῆς ἀποπτᾶσι δουλείας γνωρίζονται, ἐφάμιλλόν τε αὐτοῖς καὶ ἰσοφυᾶ τὴν γλῶσσαν καὶ τὸ φρόνημα κεκτημένοι· καὶ σαφῶς τῆς ἐκείνων θρησκείας τὰ τεκμήρια φέροντες, ἐφ’ ὁμοίοις, εἴ που συμβαίη, τοῖς ἀτυχήμασι χαλεπαίνουσί τε καὶ ἐπαλγύνονται· καὶ ὥσπερ ἐκεῖνοι τῶν νομοθετῶν καὶ ἀρχόντων κατεξανίσταντο, τὴν ἐπὶ τῶν κρεῶν καὶ λεβήτων καθέδραν, καὶ τῶν ἄρτων τὴν ἀφθονίαν ἀνακαλούμενοι· οὕτω καὶ οὗτοι ἀπαναισχυντοῦντες, καὶ τῶν κηρύκων τῆς ἀληθείας καὶ τὸν λόγον τοῦ Κυρίου διακονουμένων καταβοῶντες, ἀνοσιώτατα παραφθέγγονται, μονονουχὶ τὰ αὐτὰ λέγοντες ἅπερ ἐκεῖνοι, τῶν θείων προφητῶν τινι ἀντικαθιστάμενοι· Ὁ λόγος ὂν ἐλαλήσατε πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθα ὑμῶν· ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα χρηστοί, καὶ κακὰ οὐκ εἴδομεν· καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν· ἔτι πρὸς τούτοις οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνῆς σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν.