Ψυχῆς μὲν γὰρ ἔργον ἐστὶ, κἂν γοῦν μετρίαν ἐχούσης σύνεσιν, τὸ μὴ ἁλῶναι θέλειν αἰτιάμασι τοῖς εἰς ἁμαρτίαν· εἰ δὲ δή που γένοιτο καὶ παθεῖν αὐτὸ, κἂν γοῦν ἑλέσθαι μετανοεῖν, καὶ διὰ τὴς εἰς τὸ ἄμεινον ἀναδρομῆς ἀποσκευάσασθαι τὰ ἐγκλήματα. Εἰ δὲ ἀσχέτως καταφέροιτο πρὸς τὰ αἰσχίω, παραιτοῖτό τε προσεπιτούτῳ τὸ χρῆναι μετανοεῖν, προσέθηκεν ἁμαρτίαν ἐφ᾽ ἁμαρτίᾳ, ἀῤῥώστημα δὲ ἐπ᾽ ἀῤῥωστήματι παθοῦσαν αὐτὴν ἔνεστιν ἰδεῖν. Αἰτιᾶται γοῦν τοὺς ἐν τούτοις ὄντας ὁ τῶν ὅλων Θεὸς, καί φησι· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι;» Ἀλλ᾽ ὅτι ταῦτα πέπραχας, φησὶ, διὰ τοῦτο οὐ κατεδεήθης μου. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν, ἐπειδὴ τὰ οὕτως αἰσχρὰ καὶ ἀπόβλητα δράσαι τετόλμηκας, ἀνατεῖναι τὰς ἱκετηρίας, αἰτῆσαί τε παρὰ Θεοῦ τὸν ἔλεον; δέχεται γὰρ τοὺς μετανοεῖν ἐθέλοντας, ἀγαθὸς ὢν φύσει, καὶ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον. Ἔφη γοῦν δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» Ἀπονοίας οὖν ἀπόδειξις τῆς ἐσχάτης καὶ τῆς εἰσάπαν ἀποστροφῆς, τὸ ἐν κακοῖς γεγονότα τοσούτοις, μὴ ἀνασχέσθαι παρὰ Θεοῦ καὶ γοῦν τὸ ἐλεεῖσθαι ζητεῖν μετὰ τῆς τῶν πταισμάτων ὁμολογίας.