Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Τὸ τοίνυν, Ὁ Θεὸς ἐν σοί ἐστι, καὶ Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἴσην ἔχει δύναμιν τῷ, ὅτι «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Εἰ δὲ δὴ βούλοιτό τις τῶν εἰρημένων τὴν δύναμιν καὶ εἰς μόνον τὸ πρόσωπον τοῦ Χριστοῦ περιενεγκεῖν εὐτέχνως, φαμὲν ὅτι κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, κατῴκηκε μὲν ἐν Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Ἦν δὲ αὐτὸς ὁ Θεὸς, οὐκ εἰς υἱοὺς δύο διῃρημένος, ἀλλ᾽ ὡς ἰδίαν ἔχοντος τοῦ Λόγου τὴν σάρκα, ἐν ᾗ καὶ κατῳκηκέναι λέγεται. Οὐκοῦν κἀν τούτῳ νοεῖται Θεὸς, καθάπερ ἐν ἀνθρωπίνῳ σώματι ψυχή· ἀλλ᾽ οὖν εἷς Υἱός ἐστιν ὁ Θεός. Ἰστέον γε μὴν, ὅτι τὴν τοῦ Κυρίου σάρκα φαμὲν ἐψυχῶσθαι ψυχῇ νοερᾷ. Ὁμολογοῦσι δὴ οὖν, ὅτι Καὶ ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἕστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Αὕτη μετανοούντων φωνὴ, καὶ μεταφοιτώντων ἤδη πρὸς τὸ φῶς ἐξ ἀπάτης καὶ σκότου, καὶ εἰς ἐπίγνωσιν ἀληθείας διεληλακότων, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἐπεγνωκότων Θεὸν, καὶ τῶν ὅλων δημιουργὸν καὶ Κύριον. Σωτῆρά γε μὴν τοῦ Ἰσραὴλ ὀνομάζουσιν αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον, αὐτὸν ἐκεῖνον εἶναι πιστεύσαντες, ὃς καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ ἐπίκουρος ἦν.