Ὠλόλυζον δὲ ταῖς τῶν πολεμίων μαχαίραις ὑποπίπτοντες Ἰουδαῖοι διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ μέλλοντος ἐπιφαίνεσθαι τῷ κόσμῳ Χριστοῦ· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Οὐκοῦν, «Ἐν τῷ δρυμῷ,» φησὶ, τουτέστιν, ἐν τῇ τῶν ἐθνῶν πληθύϊ, ἤτοι ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις, «ἐπαύλεις ἔσονται ποιμνίων,» Ἐκκλησίαι δηλονότι Χριστοῦ. «καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.» Ἀχὼρ οὗτος, γέγονε μέν τις τῶν ἐξ αἵματος Ἰσραήλ· πεπορθημένης δὲ τῆς Ἱεριχὼ, εἶτα Θεοῦ προστάξαντος ἀναθεματίσαι πάντα τὰ ἐν αὐτῇ, κέκλοφεν ἐκ τοῦ ἀναθέματος. Ἐπειδὴ δὲ παρεδείχθη παρὰ Θεοῦ, πικρὰς ἐζητήθη δίκας· ἀπόλωλε γὰρ πανοικὶ, καθορίσαντος αὐτοῦ τὴν δίκην Ἰησοῦ τοῦ Ναυῆ. Ἧν οὖν ἄρα εἰς κατάραν ἡ φάραγξ ἡ Ἀχώρ. Τοιαῦται δέ πως καὶ αἱ τῶν ἐθνῶν χῶραι· κεκατηραμέναι γὰρ, καὶ θεομισεῖς, ὡς οὐδενὸς ὄντος ἐν αὐταῖς τοῦ τὸν φύσει Θεὸν εἰδότος· ἀλλ᾽ ἡ ἐπικατάρατος χώρα, φησὶ, κατὰ τοὺς παλαιοὺς εἰς ἀνάπαυσιν ἔσται βουκολίων, τουτέστι, σηκοὶ προβάτων νοητῶν, ὑπὸ χεῖρα Χριστοῦ τοῦ πάντων ἀρχιποιμένος, ὃς τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων περὶ τῶν ἐθνῶν, «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.»