Ἐπεὶ τοίνυν μεταβῆναι ἔμελλεν «ἐκ τοῦ κόσμου τούτου,» ἐνδείκνυται τὴν πρὸς «τοὺς ἰδίους» ἀγάπην· ἰδίους δὲ τοὺς μαθητὰς ὀνομάζει κατὰ τὸν τῆς οἰκειώσεως λόγον. Ἴδιοι μὲν γὰρ Θεοῦ κατὰ τὸν τῆς δημιουργίας τρόπον καὶ πάντες ἄνθρωποι· καθὸ εἴρηται· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·» ἴδιοι δὲ αὐτοῦ οἱ ἅγιοι κατὰ τὸ οἰκεῖοι αὐτῷ εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα ἰδίους ἐκάλεσε τοὺς μαθητάς, προσέθηκε δέ, «τοὺς ἐν τῷ κόσμῳ,» ἐπειδὴ καὶ ἄλλοι εἰσὶν αὐτοῦ ἴδιοι, Ἀβραὰμ καὶ οἱ πατριάρχαι, ἀλλ’ οὐκ ἐν τῷ κόσμῳ· ἐξεδήμησαν γὰρ ἐντεῦθεν. Τούτους δὴ «τοὺς ἰδίους» αὐτῷ «τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν·» ὅπερ ἐστί, τελείαν ἀγάπην εἰς αὐτοὺς ἐνεδείξατο. «Καὶ δείπνου γενομένου. τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἵνα αὐτὸν παραδῷ, εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ δείπνου, καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον, διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ ἦν διεζωσμένος.» Θαυμάζων ὁ εὐαγγελιστής, ὅτι τὸν ἤδη τὴν προδοσίαν ἐκμελετήσαντα ἔνιψε ὁ Χριστός, φησί, «Τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Σίμωνος·» οὕτως ἄχρι τέλους τὸν προδότην ἐθεράπευε.