Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν; Διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ᾽ ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ᾽ ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς μένουσι συνηρίθμησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο; Ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν;