Ἐπεὶ γὰρ θεῖα τὰ ἔργα, Θεὸς δὲ ὁ Πατήρ, κἀγώ· μιᾶς ἄρα οὐσίας εἰσὶ τὰ ἔργα. Ὥστε κἂν ἐγὼ ποιῶ, ὁ Πατὴρ ποιεῖ· κἂν ὁ Πατήρ, ἐγὼ ποιῶ. «Πιστεύετε, ὅτι ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» τουτέστι, Δεῖ μὲν ἀκούοντας ὑμᾶς Πατέρα καὶ Υἱόν, μηδὲν ἕτερον ἐπιζητεῖν εἰς παράστασιν τῆς κατὰ τὴν οὐσίαν συγγενείας. Εἰ δὲ ὑμῖν οὐκ ἀρκεῖ τοῦτο πρὸς τὸ δεῖξαι τὸ ὁμοούσιον καὶ ὁμότιμον, καὶ ὅτι ὁ Πατὴρ ἐν τῇ ἐμῇ οὐσίᾳ φαίνεται, καὶ ἐγὼ ἐν τῇ τοῦ Πατρός, «κἂν διὰ τὰ ἔργα πιστεύετέ μοι·» τὰ ἔργα Θεοῦ εἰσιν. «Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι· καὶ ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Ὃ ἐὰν αἰτήσητε ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.» Δεικνύων ὁ Χριστός, ὅτι οὐ ταῦτα μόνα δύναται τὰ ἔργα, ἀλλὰ καὶ ἕτερα πολλῷ τούτων μείζονα, μεθ’ ὑπερβολῆς αὐτὰ τίθησιν. Οὐ γὰρ λέγει, ὅτι Καὶ μείζονα τούτων δύναμαι ποιῆσαι, ἀλλ’, ὃ πολλῷ θαυμαστότερον ἦν. Καὶ ἑτέροις δύναμαι δοῦναι, φησί, καὶ μείζονα τούτων ποιῆσαι. Ὁρᾷς τὴν δύναμιν τοῦ Μονογενοῦς, πῶς τοσαύτη ἐστίν, ὥστε καὶ ἑτέροις διδόναι ποιεῖν ἔργα μείζω ὧν αὐτὸς ἐποίησεν; «Ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μου πορεύομαι,» τοῦτο δηλοῖ, ὅτι Ὑμῶν ἐστι λοιπόν, τὸ θαυματουργεῖν· ἐγὼ γὰρ ἤδη μεθίσταμαι.