Τὸ ἐμὸν μέρος, φησίν, οὐδένα ἀπώλεσα· ὅσον γὰρ τὸ ἐπ’ ἐμοί, οὐδὲν ἐνέλειψα, ἀλλ’ ἐτήρησα αὐτούς, τουτέστι, παντοιοτρόπως ἐσπούδασα πρὸς τὴν αὐτῶν φυλακήν· εἰ δὲ ἀφ’ ἑαυτῶν ἀποπηδῶσιν, οὐδὲν τοῦτο πρὸς ἐμέ. Τὸ δέ, «Ἵνα ἡ Γραφὴ πληρωθῇ.» τουτέστι, πᾶσα ἡ περὶ τοῦ υἱοῦ τῆς ἀπωλείας προλέγουσα. Καὶ γὰρ καὶ ἐν Ψαλμοῖς διαφόροις περὶ αὐτοῦ εἵρηται, καὶ ἐν ταῖς ἄλλαις τῶν προφητῶν βίβλοις. Περὶ δὲ τοῦ, «Ἵνα,» πολλάκις εἴπομεν, ὅτι τὰ τῆς ἐκβάσεως εἴωθεν ἡ Γραφὴ αἰτιολογικῶς ἐκφωνεῖν. «Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου· καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Οὐκ ἐρωτῶ, ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. Ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί.» Παρακαλῶν τὸν Πατέρα εἰς τὴν τῶν ἀποστόλων βοήθειαν, λέγει καὶ αἰτίαν, δι’ ἣν ἄξιοί εἰσι παρὰ τοῦ Πατρὸς ἐπιμελείας πολλῆς τυχεῖν. Διὰ γὰρ «τὸν λόγον σου, φησίν, ὃν δέδωκα αὐτοῖς,» ἐμισήθησαν. Ὥστε ἄξιοι ἂν εἷεν παρὰ σοῦ βοηθηθῆναι, οἱ διὰ σὲ μισηθέντες παρὰ τῶν τὰ τοῦ κόσμου φρονούντων. Τοῖς γὰρ χυδαίοις μισοῦνται οὗτοι, φησίν. «Οὐ γάρ εἰσιν ἐκ τοῦ κόσμου·» τουτέστιν, οὐκ ἔχουσι γνώμην τῷ κόσμῳ προσκειμένην, καὶ αὐτῷ πᾶσαν τὴν σπουδὴν προσαναλίσκουσαν. Πῶς οὖν ἀλλαχοῦ λέγει, «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν;»