Σταυροῦσι δὲ καὶ ἄλλους δύο μετ’ αὐτοῦ· αὑτοὶ μὲν πονηρὰν δόξαν περιθεῖναι βουλόμενοι, ὡς λῃστῇ καὶ αὐτῷ ὄντι, πλὴν προφητείαν κἀν τούτῳ καὶ μὴ βουλόμενοι πληροῦσι, τήν, ὅτι «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» Ὅρα δὲ τὴν τοῦ Θεοῦ σοφίαν, πῶς καὶ τοῦτο, ὃ ἐφ’ ὕβρει τοῦ Κυρίου ἐποίουν αὐτοί, εἰς δόξαν ἀπέβη αὐτοῦ. Καὶ γὰρ ἐν αὐτῷ τῷ σταυρῷ λῃστὴν ἔσωσεν, ὅπερ οὐδενὸς ἧττον θαῦμα, καὶ ἐκ τούτου φαίνεται μᾶλλον Θεός, ἐκ τοῦ μόνος αὐτὸς δοξάζεσθαι, καίτοι καὶ ἄλλων συσταυρωθέντων· ὅπερ οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ἀναίτιος ἦν, καὶ οὐχ ὅπως εἰπεῖν ἄνομος, ἀλλὰ καὶ παντὸς νόμου ἐπέκεινα, καὶ τῶν ἀνόμων κριτής. «Ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλάτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς. Καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπε· Βασιλεύς εἰμι τῶν Ἰουδαίων. Ἀπεκρίθη ὁ Πιλάτος· Ὃ γέγραφα, γέγραφα.» Γράφει καὶ τίτλον ὁ Πιλάτος ἐπὶ τοῦ σταυροῦ, τουτέστιν αἰτίαν, καὶ ἐπιγραφήν, καὶ δήλωσιν· ταῦτα γὰρ ἑρμηνεύεται ὁ τίτλος. Ἐδηλοῦτο δὲ διὰ τοῦ τίτλου, τίνος ἐστὶν ὁ σταυρός.