Σίμων Ἰωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ εἶπεν αὐτῷ·
Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις, ὅτι φιλῶ σε.
Λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμήν, ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεϊράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν.» Ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ τοῦ ἀρίστου, τῷ Πέτρῳ τὴν προστασίαν τῶν τῆς οἰκουμένης προβάτων ἐγχειρίζει· οὐκ ἄλλῳ δέ, ἀλλὰ τούτῳ ταύτην δίδωσι, πρῶτον μέν, ὅτι πάντων ἔκκριτος, καὶ στόμα τοῦ χοροῦ παντός· ἔπειτα δεικνὺς αὑτῷ, ὅτι χρὴ θαῤῥεῖν, ὡς τῆς ἀρνήσεως ἐξειλημμένης [ἐξηλειμμένης]· καὶ τὴν μὲν ἄρνησιν οὐ προφέρει, οὐδὲ ὀνειδίζει· λέγει δέ, ὅτι Εἰ φιλεῖς με, προΐστασο τῶν ἀδελφῶν, καὶ τὴν θερμὴν ἀγάπην, ἣν ἔλεγες ἔχειν πρός με, ὥστε ὑπεραποθνήσκειν μου, νῦν δεῖξον. Ἐρωτᾷ δὲ αὐτὸν ἐκ τρίτου, ἅμα μὲν δεικνὺς ὅσην ποιεῖται φροντίδα τῶν πιστευόντων, καὶ ὅτι τοσοῦτον ἀγαπᾷ τὰ πρόβατα, ὥστε καὶ τῆς εἰς αὐτὸν ἀγάπης τοῦτο ποιεῖται τεκμήριον, τὸ τῶν προβάτων προΐστασθαι· ἅμα δὲ καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως θεραπεύει, καὶ λόγοις ἐπανορθοῖ τὰ διὰ λόγου γενόμενα πταίσματα.