λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἀνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη Ἰησοῦς ἐπὶ τὸν αἰγιαλὸν, οὐ μέντοι ἔγνωσαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει αὐτοῖς ὁ Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. οἱ δὲ εἶπον Δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ σῷ ὀνόματι βαλοῦμεν. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.> Ἐπιδαψιλεύεται πάλιν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἑαυτοῦ πολυεύκτου θέας τὴν ἀπόλαυσιν, καὶ τρίτην αὐτοῖς ἐφ᾽ ἑτέραις ἤδη δυσὶ δωρεῖται τὴν ἐπιφοίτησιν, ἵνα δηλονότι βέβαιόν τε καὶ ἐν πίστει τῇ εἰς αὐτὸν ἀκλινῶς ἱδρυμένον ἐνεργάσηται φρόνημα. οἱ γὰρ οὐχ ἅπαξ, ἄλλ᾽ ἤδη καὶ τρίτον τεθεαμένοι, πῶς οὐκ ὀλιγοπιστίας ἁπάσης τὸν οἰκεῖον ἀπαλλάξαντες νοῦν, καὶ τοῖς ἄλλοις ἅπασιν ἀκριβεῖς ἂν ἐγένοντο μυσταγωγοὶ τῶν τῆς εὐσεβείας δογμάτων; ἔξεισι τοίνυν ὁ Πέτρος ἁλιεύων τοῖς ἄλλοις ὁμοῦ· συνθέουσι γὰρ καὶ πρὸς τοῦτο βαδίζοντι, τάχα τι καὶ διὰ τούτων οἰκονομοῦντος χρήσιμον τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.