Καὶ ταύτην αἰνιττόμενος ἐπήγαγε λέγων· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; Ὥστε ὅπουπερ ἂν εἴπῃ μέτριόν τι καὶ ταπεινὸν, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ λογιστέον αὐτό. Τὰ δὲ ἐπίγεια ἐνταῦθα τινὲς μὲν περὶ τοῦ ἀνέμου φασὶν εἰρῆσθαι· τουτέστιν, εἰ καὶ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων ἔδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ὑψηλότερα μαθεῖν; Εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα λέγοι, μὴ θαυμάσῃς. Ἢ γὰρ διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι, ἢ πρὸς σύγκρισιν τῆς ἑαυτοῦ γεννήσεως τῆς φρικωδεστάτης ἐκείνης ὀνομάζων οὕτως αὐτὸ καλεῖ. Εἰ γὰρ καὶ ἐπουράνιος αὕτη ἡ γέννησις, ἀλλὰ πρὸς ἐκείνην παραβαλλομένη τὴν ἀληθῆ, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας οὖσαν, ἐπίγειός ἐστι. Καὶ καλῶς οὐκ εἶπεν, Οὐχὶ νοεῖτε, ἀλλ᾽, Οὐ πιστεύετε. Ὅταν μὲν γὰρ πρὸς ἐκεῖνά τις δυσκολαίνῃ, ἃ διὰ τοῦ νοῦ λαβεῖν ἔστι, καὶ μὴ ῥᾳδίως καταδέχηται, εἰκότως ἂν ἄνοιαν ἐγκαλοῖτο· ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ᾽ ἀπιστίας ἐστὶ τὸ ἔγκλημα. Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν. Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ δέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι;