Βασιλικὸν δὲ τοῦτον καλεῖ, ἢ ὡς ἐκ γένους ὄντα βασιλικοῦ, ἢ ἀξίωμά τι ἀρχῆς ἕτερον οὕτω καλούμενον ἔχοντα. Ἆρα οὖν, φησί, καὶ αὐτός ἐστιν οὖτος τῷ παρὰ τῷ Ματθαίῳ ἑκατοντάρχῳ; καὶ γὰρ κἀκεῖνος ἐν Καπερναοὺμ ἦν. Οὐκ οἶμαι τοίνυν τὸν αὐτὸν εἶναι, ἀλλ’ ἕτερον. Ἐκεῖνος μὲν γὰρ καὶ βουλόμενον ἐλθεῖν τὸν Χριστὸν διακωλύει, λέγων· «Οὐκ εἰμὶ ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·» οὗτος δὲ εἰς τὴν οἰκίαν αὐτοῦ ἕλκει τὸν Ἰησοῦν. Κἀκείνου μὲν ὁ παῖς, ἤγουν ὁ δοῦλος, παρέσει κατείχετο· τούτου δὲ ὁ υἱὸς πυρετῷ. Κἀκεῖ μὲν ἀπὸ τοῦ ὄρους καταβάς, εἰς Καπερναοὺμ εἰσῆλθε· νῦν δέ, ἀπὸ τῆς Σαμαρείας, καὶ οὐκ εἰς Καπερναούμ, ἀλλ’ εἰς Κανᾶ. Ἐπὶ πᾶσιν, ἐκεῖνος μὲν ἑκατόνταρχος· οὗτος δέ, βασιλικὸς τὸ ἀξίωμα. Ἀξιοῖ μὲν οὖν ὁ βασιλικὸς τὸν Κύριον κατελθεῖν, ὡς ἰάσηται τὸν υἱόν· ὁ δὲ Κύριος καθαπτόμενος αὐτοῦ, ὡς μὴ τελείαν τὴν πίστιν, ἀλλ’ ἐκ μέρους ἔχοντος (καὶ γὰρ τὸ εἰπεῖν, «Κατάβηθι πρὶν ἀποθανεῖν τὸν υἱόν μου,» τὴν ἀσθένειαν τῆς πίστεως αὐτοῦ ἐμφαίνει, ὡς μὴ πιστεύοντος, ὅτι εἰ καὶ συμβῇ αὐτὸν ἀποθανεῖν, δυνατός ἐστιν ἀναστῆσαι αὐτόν), διὰ ταῦτα οὖν καθαπτόμενος αὐτοῦ, φησίν· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε·» ἅμα δὲ καὶ τῶν ἑτέρων πολιτῶν κατηγορῶν τῶν ἐν τῇ Καπερναούμ. Φαίνονται γὰρ πανταχοῦ πολλὴν ἀπιστίαν κατηγορούμενοι.