Τεθεικότες δὲ τὸν Ζώσιμον οἱ βαστάζοντες, οἰκονομίᾳ Θεοῦ τῶν ἐμπύρων ἐξίεσαν, τῆς ἐξόδου τὴν ἀφορμὴν τῶν χρειωδῶν τὴν εἰσφορὰν ποιησόμενοι. [3] Τούτων δὲ ποιησαμένων τὴν ἔξοδον, Κῦρος ὁ μάρτυς ἐν μοναχοῦ σχήματι τῷ νοσοῦντι παρίσταται, οὐκ ὄναρ ὡς τοῖς πλείοσι φαίνεται, ἀλλ’ ὕπαρ, ὡς ἦν τε καὶ γράφεται· καὶ φανεὶς ἀναστῆναι τῷ νοσοῦντι προσέταττεν, καὶ θερμοῖς ἐγκυβιστῆσαι τοῖς νάμασιν. Ὁ δὲ μὴ θαμβηθεὶς πρὸς τὴν ὅρασιν, μηδ’ ὅλως εἰς νοῦν προσλαβὼν τὸ παράδοξον, τοῦτο τετευχότος τοῦ μάρτυρος ὡς ἂν μὴ φόβῳ πάθοι τι τὴν διάνοιαν, μὴ δύνασθαι πρὸς αὐτὸν ἀπεκρίνατο. Ἀλλὰ πάλιν τοῦτο ποιεῖν τοῦ φανέντος προτρέποντος μάρτυρος, καὶ κατὰ βραχὺ καταλαμβάνειν τὴν ἔμβασιν, καὶ κατιέναι λουσάμενον, πρὸς τὸ κελευσθὲν ἐβιάζετο, δύναμιν αὐτῷ τοῦ λαλοῦντος ἐμπνεύσαντος· καὶ χερσὶ καὶ ποσὶ κυλινδούμενος, καταλαμβάνει μόλις τὴν ἔμβασιν, ὄφεως δίκην συρόμενος, καὶ ὡς ἴσχυσε κατελθὼν εἰς νάματα, ἀνελήλυθεν ὡς οὐκ ἤλπισεν· δύνοντι μὲν γὰρ ἡ νόσος αὐτῷ συνεθάπτετο, ἀνιόντι δὲ οὐδ’ ὅλως αὐτῷ συνανήρχετο. [4] Τότε τὴν ἐν τῇ προβατικῇ κολυμβήθρᾳ ἡ τοῦ θερμοῦ ὕδατος ἔμβασις ἐμιμήσατο, οὐκ ἄγγελον δεξαμένη λουσόμενον, καὶ τῇ καταβάσει τὸ νᾶμα ταράσσοντα, ἀλλὰ Κῦρον ἰδοῦσα τὸν μάρτυρα, καὶ τὸ τούτου δεξαμένη φιλάνθρωπον θέσπισμα.