Ἀλλ’ ὑμεῖς, φησίν, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε, τοῦ Πατρὸς λέγω, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, ἀλλὰ παντάπασιν ἄγνωστος ὑμῖν ἐστι· διότι καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε μένοντα ἐν ὑμῖν· τουτέστι, Τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας οὐκ οἴδατε, εἰ καὶ δοκεῖτε ὅτι οἴδατε, καὶ καυχᾶσθε, ὡς τὰ Λόγια τοῦ Θεοῦ ἐμπιστευθέντες. Πόθεν δῆλον, ὅτι οὐκ οἴδατε τὰς Γραφάς· «Ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.» Ὥσπερ οὖν οὔτε φωνὴν Θεοῦ ἠκούσατε (οὐ γὰρ ἔχει φωνὴν ὁ Θεὸς αἰσθητήν), οὔτε εἶδος αὐτοῦ ἑωράκατε (ἀνείδεος γάρ ἐστι καὶ ἀσχημάτιστος)· οὕτως οὐδὲ τὸν λόγον αὐτοῦ, λέγω δὴ τὰς Γραφὰς τὰς περὶ ἐμοῦ μαρτυρούσας, ἔχετε ἐν ἑαυτοῖς. «Ἐρευνᾶτε τὰς Γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, ἀλλ’ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.» Εἶπεν αὐτοῖς, ὅτι, Ὁ λόγος τοῦ Θεοῦ, τουτέστιν, αἱ Γραφαὶ αἱ περὶ ἐμοῦ μαρτυροῦσαι, οὐκ ἔστιν ἐν ὑμῖν. Διδάσκων οὖν πῶς δυνήσονται σχεῖν τὸν λόγον τοῦ Θεοῦ, φησίν· «Ἐρευνᾶτε τὰς Γραφάς· ἐν αὐταῖς γὰρ δοκεῖτε ὑμεῖς ζωὴν ἔχειν.»