Οὐ γάρ τις δύναται ἡμῶν ὅλους τοῦ μυστηρίου τοὺς λόγους χωρῆσαι, ἀλλὰ τὰ ἡμῖν τοῖς ὑλικωτέροις ἀνέφικτα καὶ ἄβρωτα οἱ ἀπόστολοι βαστάζουσιν, ὥσπερ, ἔν τισι κοφίνοις, ταῖς ἑαυτῶν δικαίαις ψυχαῖς. Οἱ γὰρ κόφινοι, ἐκ βαΐων φοινικίνων· «Δίκαιος δέ, ὡς φοῖνιξ ἀνθήσει.» «Οἱ οὖν ἄνθρωποι, ἰδόντες τὸ σημεῖον ὃ ἐποίησεν ὁ Ἰησοῦς, ἔλεγον ὅτι, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Ἰησοῦς οὖν, γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι, καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὅρος αὐτὸς μόνος.» Ὅρα τὴν γαστριμαργίαν τοῦ πλήθους· μυρία θαύματα ποιήσαντος τοῦ Ἰησοῦ, καὶ θαυμασιώτερα, οὐκ ἐθαύμαζον· καὶ ἰδοὺ διὰ τὴν βρῶσιν, «Οὗτος, φασίν, ἔστιν ὁ προφήτης.» Οὐκ ἔτι αὐτῷ περὶ τῆς τοῦ Σαββάτου παραβάσεως ἐγκαλοῦσιν, οὐκ ἔτι τὸν νόμον ἐκδικοῦσιν· ἀλλὰ τοσοῦτον διὰ τοὺς ἄρτους αὐτὸν τιμῶσιν, ὥστε οὐ μόνον προφήτην ἀναγορεύουσιν, ἀλλὰ καὶ βασιλείας ἄξιον οἴονται. Ἀλλ’ ἐκεῖνος φεύγει, παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν ἀξιωμάτων. Ἀναχωρεῖ δὲ εἰς τὸ ὅρος αὐτὸς μόνος, μηδένα τῶν μαθητῶν παραλαβών· ὡς ἂν αὐτῶν τὸν πόθον δοκιμάσῃ, καὶ εἰ μὴ φέρουσι τὴν αὐτοῦ στέρησιν. «Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν θάλασσαν. Καὶ ἐμβάντες εἰς τὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ.