Οὐκοῦν προσκομίζειν ὁ νόμος τοῖς ἐξ Ἰσραὴλ διετάξατο λύτρον τῆς οἰκείας ἕκαστον κεφαλῆς, “τὸ ἥμισυ τοῦ διδρά- ”χμου.” ἐν δὲ ἑνὶ στατῆρι τὸ δίδραχμον ἦν. ἀλλὰ καὶ ἐν τούτῳ πάλιν αὐτὸς ἡμῖν ἐσκιαγραφεῖτο Χριστὸς, ὁ ὑπὲρ πάντων, ὡς παρὰ πάντων, λύτρον ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ, καὶ νοούμενος μὲν, ὡς ἐν μιᾷ δραχμῇ, πλὴν τῆς ἑτέρας οὐ κεχωρισμένως, διὰ τὸ ὡς ἐν νομίσματι τῷ ἑνὶ, καθάπερ ἤδη προειρήκαμεν, τὰς δύο κεῖσθαι δραχμάς. οὕτω δ᾽ ἂν νοοῖτο καὶ Υἱὸς πρὸς Πατέρα, καὶ Πατὴρ αὖ πάλιν ὡς πρὸς Υἱὸν, ἐν μιᾷ μὲν ἄμφω τῇ φύσει, διῃρημένως δὲ ἀνὰ μέρος ἑκάτερος, ὡς ὑπάρχων ἰδιοσυστάτως, πλὴν οὐ πάντη διακεκομμένως, οὐδὲ δίχα τοῦ ἑτέρου τὸ ἕτερον. καὶ ὥσπερ ἦσαν ἐν ἑνὶ τῷ νομίσματι δύο δραχμαὶ, τὸ ἐν ποσότητι μέτρον ἰσομοιροῦν ἀλλήλαις καὶ οὐδαμόθεν ἐλαττούμενον ἔχουσαι, οὕτω νοήσεις τὸ ἐν μηδενὶ παραλλάττον τῆς οὐσίας τοῦ Υἱοῦ πρὸς Θεὸν καὶ Πατέρα, ἢ αὖ πάλιν ἐκείνου πρὸς αὐτὸν, ὑγιᾶ τε λοιπὸν τὸν ἐφ᾽ ἅπασι τοῖς περὶ αὐτοῦ λαλουμένοις ἐκδέξῃ λόγον. <Εἶπον οὖν αὐτῷ Τί ποιοῦμεν, ἵνα ἐργαζώμεθα τὸ ἔργον τοῦ Θεοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς.> Οὐκ ἐξ ἀγαθῆς διανοίας ἡ πεῦσις, ἀλλ᾽ οὐδὲ, ὥσπερ ἄν τις ὑποτοπήσαι τυχὸν, ἐκ φιλομαθείας αὐτοῖς πρόεισιν ἡ ἐρώτησις, γέγονε δὲ μᾶλλον ἐκ πολλῆς ἄγαν τῆς ἀλαζονείας ὁ λόγος.