Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νυνὶ δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν σπάνιν, ἵνα ἀκριβέστερον καταμάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος, καὶ μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν τὴν μνήμην τῶν ὁμολογηθέντων. Διὰ τοῦτό φησι· «Πόθεν ἀγοράσομεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;» Λέγει δὲ ταῦτα πειράζων τὸν Φίλιππον, τουτέστι, θέλων αὐτὸν γνώριμον καταστῆσαι, τίνα πίστιν ἔχει. Οὐ γὰρ δὴ ὡς ἀγνοῶν αὐτὸς τὴν τοῦ Φιλίππου γνώμην, ἐρωτᾷ αὐτόν, ἀλλὰ τοῖς ἄλλοις θέλων δεῖξαι αὐτόν. «Αὐτὸς γὰρ ὁ Κύριος, ᾔδει τί ἔμελλε ποιεῖν.» Τὸν οὖν Φίλιππον πειράσας εἴγε πίστιν ἔχει, καὶ εὑρὼν αὐτὸν ἀνθρωπίνως ἔτι διακείμενον, ναὶ μὴν καὶ τὸν Ἀνδρέαν εὑρίσκει τοιοῦτον. Εἰ γὰρ καὶ ὑψηλότερόν τι τοῦ Φιλίππου ἐφαντάσθη (ἐκείνου γὰρ εἰπόντος, ὅτι «Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν,» αὐτὸς πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια ὑποδεικνύει, ἐννοήσας ἴσως καὶ τὰ τῶν προφητῶν θαύματα, ὅπως ὁ Ἐλισσαῖος ἐποίει τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, ὅτε ἡ Σαμάρεια εἰς ἔσχατον ἀπωλείας ἦλθεν), ἀλλ’ ὅμως καὶ Ἀνδρέας ἐλέγχεται, μηδὲν ἐπάξιον τοῦ Κυρίου ἐννοήσας. Φησὶ γάρ· «Ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;» Ἐνόμισε γάρ, ὅτι αὐξήσει μὲν ἴσως ὁ Κύριος τοὺς ἄρτους, ἀλλ’ ἐὰν ἦσαν πλείονες, πλείων ἂν καὶ ἡ αὔξησις ἐγίνετο, ἐπισφαλῶς πάντως νοῶν.