Ἔδει λοιπὸν μηδὲ θείους γενέσθαι κανόνας, ἀπό τε ἀποστόλων ἁγίων καὶ μακαρίων Πατέρων, κολάζειν καὶ ἐπιτιμᾶν τοὺς δρῶντας κακά, μηδὲ τὸν θεῖον Χρυσόστομον τοὺς ἓξ Ἀσιανοὺς ἐπισκόπους ἀποχειροτονεῖν καὶ ἐξεώζειν δικαίως τοῦ θείου θυσιαστηρίου διὰ τὸ μόνον δοῦναι χρήματα τῷ Ἀντωνίνῳ καὶ ἐπισκόπους γενέσθαι. Τὸ γὰρ «μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε» καθάπτεται μὲν ὁλικῶς πάντων ἡμῶν, καθάπτεται δὲ πλέον τοπάρχοις καὶ ἡγεμόσι λαοῦ, οἵτινες δικαίως καὶ ἀδίκως θαμὰ προσοργίζονται καὶ τῇ ἀρχικῇ ἐξουσίᾳ γαυρούμενοι οὐ κολάζουσι μόνον, ἀλλὰ καὶ μέχρι θανάτου πολλάκις τοὺς ὑπηκόους κατακρίνουσι. Καὶ τοῦτο ἐκ νομικῆς παραδόσεως κατέχοντες οἱ Ἰουδαῖοι προσήφεραν τῷ Δεσπότῃ Χριστῷ μοιχευθεῖσαν γυναῖκα καὶ προτρέψαι τὸν ἀγαθὸν οἱ πονηροὶ ἐξαιτοῦντο λιθάσαι τὴν μοιχευθεῖσαν, ὡς ἐκ νόμου Μωσέως τοῦτο παρειληφότες· κρίσιν δὲ δικαίαν τοῦ εὐσπλάγχνου πρὸς αὐτοὺς ἐπειπόντος ὑπεχώρησαν ἅπαντες· «Ὁ ἀναμάρτητος», φησίν, «ὑμῶν πρῶτος βαλέτω λίθον ἐπ’ αὐτήν»· ἐκείνων δὲ πάντων διασκεδασθέντων διὰ τὸ μὴ εἶναί τινα ἐξ αὐτῶν ἀναμάρτητον, φησὶν ὁ Σωτήρ· «Ποῦ εἰσι, γύναι, οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινε;»· τῆς δὲ «οὐχί, Κύριε» φησάσης ἀντέφησεν ὁ Σωτήρ· «Οὐδὲ ἐγώ σε κατακρίνω». «Μὴ οὖν κρίνητε, καὶ οὐ μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.