Σκόπει κἀνταῦθα τὴν ὑπερβολήν· ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος· οὕτω καὶ ἥμερος, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας ἐδείκνυτο· ἐντεῦθεν γὰρ ἐπιείκεια ἅπασα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ, καὶ μὴ βίαιος· ἔλεγον οὖν οἱ θεράποντες· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον, διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ᾽ ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν [καταπιεῖν καὶ καταφαγεῖν], διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι· οὕτω λίαν ἤμην ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκὺς, ὡς εἰ οἷόν τε ἦν καὶ αὐτῶν μου τῶν σαρκῶν ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. «Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» Τοῦτο τῆς φιλοξενίας, καὶ Ἀβραμιαίας εὐγενίας τὸ ἐπίσημον. Κοινὴν, φησὶν, ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ Δεσποτικά. Ὁ Κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις τὸ σιτομέτριον.