ἐκεῖ γὰρ τὸ υἱὸς καὶ τὸ ἐγέννησα καὶ τὸ μονογενὴς καὶ ὅσα τοιαῦτα, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. 38,30b 〈πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν;〉 ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν; «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται· 38,31a 〈συνῆκας;〉 φησίν, 〈δεσμὸν Πλειάδος ἔγνως;〉 τουτέστιν· ποία ἀνάγκη, ποῖος σύνδεσμος ἐκεῖνα συνεχῶς τὰ ἄστρα συναγελάζεσθαι ποιεῖ; 38,31b 〈καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;〉 ὥστε αὐτὸν περιπολεῖν. εἶτά φησιν· 38,35a 〈ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται,〉 35b 〈ἐροῦσι δέ σοι· τί ἐστιν;〉 τέως ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν πραγμάτων τῶν κολαστικῶν, τῶν εὐεργετικῶν. ὅρα καὶ κεραυνοὺς ἀποκρινομένους. οὐχ ὅτι ἐροῦσιν οἱ κεραυνοί· τί ἐστιν; ἀλλ᾽ ὅτι πάντα καθάπερ ἔμψυχα οὕτως ὑπακούει τῷ θεῷ. καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει. τίνος οὖν ἕνεκεν οὐχὶ τεχνίτην ἑαυτόν, ἀλλὰ καὶ πατέρα εἰσήγαγεν; ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα. 38,36a 〈τίς δέδωκεν,〉 φησίν, 〈γυναικὶ ὑφάσματος σοφίαν〉 36b 〈καὶ ποικιλτικὴν σοφίας ἐπιστήμην;〉 ὅρα καὶ τὸ χρήσιμον· τοῖς μεγάλοις ἀναμίγνυσι τὰ μικρά.