ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιος ἦν ὁ Ἰώβ, «ἔστι δίκαιος» φησίν, «ἀλλ᾽ ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη τίς ἐστιν ὥστε φέρειν τὰ δεινά.» ὅρα, ὅτι οὐκ ἔστιν ἀναμάρτητος, ἀπὸ τῆς φύσεως διϊσχυρίζεται· ἔα δέ, φησίν, τοὺς κατοικοῦντας οἰκίας πηλίνας, καὶ πάλιν· τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; πάλιν, ὅτι οὐκ ἔνι χωρὶς τῶν κακῶν ἐξελθεῖν, ἄνθρωπος, φησίν, ἐν κόπῳ γεννᾶται. οὐ γὰρ δὴ τὰ ἀναίσθητα οὐδὲ τὰ ἄλογα ζῷα μέλλουσι τῆς ἀθυμίας αἰσθάνεσθαι, ἀλλ᾽ ἐν ἀνθρώποις τοῦτ᾽ ἔστιν. ἐπίσκεψαι τὴν κοινὴν φύσιν καὶ ὄψει τοῦτο οὕτως ἔχον. 5,7b 〈νεοσσοὶ δέ,〉 φησίν, 〈γυπῶν τὰ ὑψηλὰ πέτονται.〉 τουτέστιν· ἀφρόντιδές εἰσι καὶ ἀμέριμνοι. τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε, ἐπεὶ οὐδὲ ἡ γῆ οὐδὲ τὰ ὄρη, ἐπειδὴ ἀναισθησίας μετέχει. ἐμοὶ δοκεῖ καὶ τοῦτο ἀναίσθητον εἶναι τὸ ζῷον αἱμοβόρον καὶ σαρκοφάγον ὄν. 5,8a 〈οὐ μὴν δέ, ἀλλ᾽ ἐγὼ δεηθήσομαι κυρίου,〉 8b 〈κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι.〉 «καὶ τούτων ὄντων οὕτως», φησίν, «οὐδὲν πείσομαι ἐγὼ οἷον σύ, ἀλλ᾽ ἐπιμενῶ τὸν δεσπότην ἐπιγινώσκων. σὺ μὲν γὰρ σχετλιάζεις, ἐγὼ δὲ ἐπιμενῶ τὸν θεὸν ἐπικαλῶν καὶ οὐκ ἀπελπίζων. οἶδε γὰρ ἀεὶ πρὸς τὸ ἐναντίον τὰ πράγματα μεταστρέφειν. ἐν κακοῖς εἰμι, ἀλλὰ δύναταί με ποιῆσαι καὶ ἐν ἀγαθοῖς εἶναι, ὡσπεροῦν ἐξ ἐκείνων εἰς τοῦτο ἤγαγεν.»