εἶτα καὶ κοινοῖ τὸν λόγον, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι· 4,19b 〈ἐξ οὗ καὶ αὐτοί ἐσμεν ἐκ τοῦ αὐτοῦ πηλοῦ.〉 καὶ γὰρ ἑτέρωθεν πάλιν τὸ δυνατὸν τοῦ θεοῦ καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον παρίστησιν εἰπών· 4,19c 〈ἔπαισεν αὐτούς,〉 φησίν, 〈σητὸς τρόπον.〉 τουτέστιν· εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρεν. 4,20a 〈ἀπὸ πρωίθεν,〉 φησίν, 〈ἕως ἑσπέρας, καὶ οὐκέτι εἰσίν.〉 τουτέστιν· ἐν ἡμέρᾳ μιᾷ ἢ ὅτι διὰ παντός. 4,20b 〈καὶ παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.〉 τουτέστιν· ὅτι οὐδεὶς ἀντιστῆναι δύναται τῷ θεῷ. οὐ δυνάμεθα δὲ βοηθῆσαι ἑαυτοῖς καὶ διὰ τὸ ὑπερέχον τῆς φύσεως τοῦ θεοῦ καὶ διὰ τὸ τῶν κακῶν πλῆθος. ἃ γὰρ ἡ χεὶρ ἡ ἁγία βεβούλευται, τίς διασκεδάσει; 4,21a 〈ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐτελεύτησαν,〉 21b 〈καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν ἀπώλοντο.〉 οὐδὲν γὰρ ἰσχυρότερον τοῦ σοφοῦ. τοῦτο αὐτοὺς εὐχειρώτους ἐποίησε καὶ τῷ θεῷ· μάλιστα μὲν οὖν καὶ ἀπὸ τῆς φύσεως αὐτῆς εἰσιν εὐάλωτοι, ἔπειτα δὲ καὶ ἀπὸ τῆς κακίας καὶ τῆς ἀσεβείας. 5,1a 〈ἐπικάλεσαι δέ, εἴ τίς σου ὑπακούσεται,〉 1b 〈εἴ τινα ἁγίων ἀγγέλων ὄψει.〉 καὶ ἀπὸ τούτου τὴν ὑπεροχὴν δείκνυσιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ᾽ ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν· «μή μοι τοῦτο εἴπῃς. μέγας ἐστὶν ὁ θεός, πολλὰ ποιεῖ, ὧν οὐκ ἴσμεν· πολὺ τὸ ταπεινὸν τὸ ἡμέτερον, ἀπῳκίσμεθά που πόρρω.