Καὶ προσποιοῦνται μαντεύεσθαι καὶ προλέγειν τὰ μεθ’ ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυτοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας καὶ πλατεῖς τῷ μεγέθει ἵνα, οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπάσωσιν. 6. Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν. 1. Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιούτους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.» 2. Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμόνων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος, ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ λέγων· «Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 3. Ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς περίπατον»· διὰ δὲ τοῦ προφήτου· «Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι» καί· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου ὡς νεοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ.»