Πατερικές αναφορές στο ΙΩΒ 42:17

8 πατερικά χωρίαΌλες οι κατηγορίες γνησιότητας

καὶ ἐτελεύτησεν ᾿Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.[α] γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν.[β] Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς ᾿Ιδουμαίας καὶ ᾿Αραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα ᾿Ιωβάβ.[γ] λαβὼν δὲ γυναῖκα ᾿Αράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα ᾿Εννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ ῾Αβραάμ.[δ] καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ ᾿Ιωβὰβ ὁ καλούμενος ᾿Ιώβ· μετὰ δὲ τοῦτον ᾿Ασὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον ᾿Αδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.[ε] οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, ᾿Ελιφὰζ τῶν ῾Ησαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.
Ανάγνωση ολόκληρου κεφαλαίου

Πατερικά χωρία

1–8 από 8