καὶ {τὸ αὐτὸ} δείκνυσι τὸν δημιουργὸν πάλιν· 9,8a 〈ὁ τανύσας τὸν οὐρανὸν μόνος.〉 ὅπερ φησὶν ὁ Ἠσαΐας. 9,8b 〈καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.〉 ἐνταῦθα καὶ προφητεία τίς ἐστιν. 9,9 〈ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ ταμιεῖα νότου,〉 9,10a 〈ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,〉 10b 〈ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.〉 ἃ οὐκ ἴσμεν ἡμεῖς. οὐκ εὔδηλον, ὅτι οὐδεὶς ἀντιστῆναι δυνήσεται τῷ τοιούτῳ, τῷ οὕτω σοφῷ καὶ δικαίῳ; ὅρα, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. εἶτα τὸ ἀόρατον αὐτοῦ· 9,11a 〈ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω,〉 11b 〈καὶ ἐὰν παρέλθῃ με, οὐδ᾽ ὅλως ἔγνων.〉 9,12a 〈ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει;〉 12b 〈ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;〉 9,13a 〈αὐτὸς γὰρ ἀπέστραπται ὀργήν.〉 καὶ δυνατός ἐστι καὶ οὐδένα τὸν ὅμοιον ἔχων. 9,13b 〈ὑπ᾽ αὐτοῦ δὲ ἐκάμφθη κήτη τὰ ὑπ᾽ οὐρανόν.〉 ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια † ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν †. εἰκότως τῶν κητῶν μέμνηται καὶ ἀπὸ τούτων τὴν δύναμιν αὐτοῦ διηγεῖται. 9,4b 〈τίς σκληρός,〉 φησίν, 〈γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;〉 τουτέστιν· ἀντιστῆναι αὐτῷ καὶ βλασφημεῖν αὐτόν, ὥστε οἶδε τοῦτο καὶ οὐκ ἂν ταῦτα αὐτὸς ἔπαθεν, ὥστε, κἂν πρὸς βραχὺ συγχωρηθῇ, ἀλλ᾽ οὐχ ὑπομενεῖ.