Οὔπω τὸ σὸν ἐφάνη δάκρυον, καὶ φιλοικτίρμων ἔτι δέδεικται Θεός. Ὁ δὲ οὔπω δακρύοντας ἐλεεῖν οὐ παραιτούμενος, πῶς οὐκ εὐφρανεῖ μετανοοῦντας εὐκόλως;
Οὐκοῦν ἀκουέτωσαν οἱ παρ᾽ ὑμῖν Πατέρες, οἱ τῶν ἁγίων θυσιαστηρίων πατέρες, ρεται καὶ λειτουργοί. «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, καὶ κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους· συναγάγετε νήπια θηλάζοντα μαστούς. Ἐξελθέτω νυμφίος ἐκ τοῦ νυμφῶνος αὑτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Οὕτως ἡμᾶς προσιόντας ἀμελητὶ, προσδέξεται, καὶ κατελεήσει λέγων· «Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔσται γὰρ κατά τινα τρόπον ἀπηνὴς εἰς ἡμᾶς, «ὅς γε,» κατὰ τὸν Παῦλον,» τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;» Ἐπειδὴ γὰρ ἐν ταῖς τοιαύταις πλημμελείαις οἱ παλαιότεροι ἦσαν, κατεκράτει μὲν, ἵν᾽ οὕτως εἴπω, ὁ διάβολος τῆς ὑφ᾽ ἡλίῳ. Ἐβασίλευε δὲ οὕτως ἐφ᾽ ἡμᾶς ἡ ἁμαρτία, καὶ ὁλοκλήρῳ τῷ γένει διελυμαίνετο, ὡς ὁρᾶσθαι μὲν οὐδαμοῦ τὸν ποιοῦντα χρηστότητα· μᾶλλον δὲ ὅλως «οὐκ εἶναι, καθά φησιν ὁ Ψαλμῳδὸς, ἕως ἑνός.