καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγῃ “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος ”Ἰσραήλ; λέγει Κύριος· διότι οὐ θέλω τὸν θάνατον τοῦ “ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἀποστρέψαι ”αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.” κακίαν δὲ ὅταν λέγῃ, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός. <Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη· καὶ προσηύξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.> Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουομένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐνηνεγμένου τοῦ καιροῦ, μεθ᾽ ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκωμένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ᾽ ὅτι ψευδοεπὴς εἶναί τις καὶ βωμολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον.