Νινευὴ τοίνυν ἐστὶν ἡ τῶν ἐθνῶν ἐκκλησία, ἡ δεξαμένη τὸν λόγον τῆς χάριτος καὶ ἀποστραφεῖσα τὴν προτέραν πλάνην τῶν εἰδώλων καὶ διὰ τοῦτο σωθεῖσα καὶ τῆς τῶν οὐρανῶν ἀξιωθεῖσα δόξης· ἡ δὲ σκηνή, ἣν ἐξελθὼν ἀπὸ τῆς πόλεως ἑαυτῷ πεποίηκεν Ἰωνᾶς, εἰκονίζει τὴν κάτω Ἱερουσαλὴμ καὶ τὸν ἐν αὐτῇ χειροποίητον ναόν· ἡ δὲ κολόκυντα τὴν ἐν μόνῳ τῷ γράμματι πρόσκαιρον τοῦ νόμου τῆς σωματικῆς λατρείας σκιὰν προδιέγραφεν, μηδὲν τὸ σύνολον ἔχουσαν μόνιμον καὶ τὸν νοῦν φαιδρύναι δυνάμενον· ὁ δὲ σκώληξ ἐστὶν ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τῷ προφήτῃ Δαυίδ φησιν· σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, σκώληξ διὰ τὴν προσληφθεῖσαν ἄσπορον σάρκα καὶ γενόμενος ἀληθῶς καὶ λεγόμενος—ὡς γὰρ ὁ σκώληξ συνδυασμὸν οὐκ ἔχει καὶ μίξιν προκαθηγουμένην αὐτοῦ τῆς γενέσεως, οὕτως οὐδὲ τῆς κατὰ σάρκα γεννήσεως τοῦ κυρίου προκαθηγήσατο μίξις—, πρὸς δὲ καὶ ὡς δέλεαρ πρὸς τὴν ἀπάτην τοῦ διαβόλου τῷ τῆς θεότητος ἀγκίστρῳ περιθέμενος αὐτήν, ἵν᾽ ὡς ἄπληστος ὁ νοητὸς δράκων, διὰ τὴν φύσιν εὐχείρωτον τὴν σάρκα περιχανών, τῷ τῆς θεότητος ἀγκίστρῳ περιπαρῇ καὶ ὅλην ἐμέσῃ διὰ τῆς ἐξ ἡμῶν ἁγίας τοῦ λόγου σαρκὸς καταποθεῖσαν ἤδη τὴν φύσιν τὴν ἀνθρωπίνην, ἵν᾽ ὡς κατέπιε πρότερον δελεάσας ἐλπίδι θεότητος τὸν ἄνθρωπον, οὕτως, ἀνθρωπότητος προβλήματι δελεασθείς, ὕστερον ἐμέσῃ τὸν ἀπατηθέντα διὰ προσδοκίαν θεότητος, ἀπατηθεὶς ἀνθρωπότητος προσδοκίᾳ, καὶ φανῇ τὸ ὑπερβάλλον τῆς θείας δυνάμεως διὰ τῆς ἀσθενείας τῆς ἡττηθείσης φύσεως, νικώσης τὴν ἰσχὺν τοῦ νικήσαντος, καὶ δειχθῇ πλέον νικῶν ὁ θεὸς τὸν διάβολον, προβολῇ σαρκὸς χρώμενος, ἢ τὸν ἄνθρωπον ὁ διάβολος, φύσιν θεότητος ὑπισχνούμενος.