Πατερικές αναφορές στο ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ 24:33

1 πατερικά χωρίαΌλες οι κατηγορίες γνησιότητας

καὶ ἐγένετο μετὰ ταῦτα καὶ ᾿Ελεάζαρ υἱὸς ᾿Ααρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ ᾿Ισραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ ᾿Ελεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾿Αστάρτην καὶ ᾿Ασταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Εγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.
Ανάγνωση ολόκληρου κεφαλαίου

Πατερικά χωρία

1–1 από 1