Τοῦ δὲ τρωθέντος τοίχου, ὃν ἀντὶ τοῦ σώματος ἐνοήσαμεν, αἷμα μὴ ἔχοντος, ὡς ἂν μὴ παραλειφθείη τὸ καιριώτατον τῶν εἰς τὸ μυστήριον νοουμένων, δι᾽ οὗ ἐλυτρώθημεν, τὸ αἷμα λέγω, τοῦτο ἐν τοῖς κενοταφίοις εὑρίσκεται· μόνον γὰρ ἐν τοῖς σπλάγχνοις τὸ ἧπαρ αἵματός ἐστι πηγή τε καὶ ἐργαστήριον, οὗ χωρὶς ἀδύνατόν ἐστι συστῆναι τὴν φύσιν τοῦ αἵματος. εἰ οὖν ἐκ τοῦ ἥπατος τὸ αἷμα, ἐν δὲ τοῖς κενοταφίοις τὸ ἧπαρ, οὐδὲ τὸ αἷμα λείπει τῷ γενομένῳ τῇ φύσει τῶν ἀνθρώπων ἀποτροπιασμῷ τοῦ θανάτου· τὸ δὲ γένος τοῦ ζῴου τούτου, οὗ τὸ ἧπαρ ἐλήφθη, ταῖς ἱλεωτικαῖς ὑπὲρ τῶν ἁμαρτιῶν θυσίαις ἀποτεταγμένον ἐστίν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γένους καὶ εἰς τὸ πάσχα παραλαμβάνεται· καὶ ἀποπεμπτικὸν τῆς τοῦ λαοῦ ἁμαρτίας τὸ ζῷον τοῦτό φησι δεῖν ὁ Μωυσῆς ποιεῖσθαι, ὅτε εἰς διπλῆν ἐνέργειαν [τὸ ζῷον τοῦτο] μερίζεται. καὶ δύο προτεθέντων χιμάρων ἐκ διακληρώσεως, τὸ μὲν ἀνατίθεται τῷ θεῷ, τὸ δὲ τῇ ἁμαρτίᾳ ἐκπέμπεται ἐπὶ τὴν ἔρημον. διὰ πάντα οὖν ταῦτα καὶ τὰ τοιαῦτα τούτου τοῦ ζῴου τὸ ἧπαρ εἰς τὴν τοῦ αἵματος ἔνδειξιν παρελήφθη, δι᾽ οὗ τῶν ἐπιθανατίως νενοσηκότων ὁ ἀποτροπιασμὸς τοῦ θανάτου ἐγένετο διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ κυρίου ἡμῶν, ἣν σημαίνει τὸ κενοτάφιον.