Οἱ γὰρ διὰ μικρὸν ἐλάττωμα, καὶ τὸ μέγιστον πλεονέκτημα ἐξευτελίζοντες, οὔτε τἀνθρώπινα σκοποῦσιν, οὔτε τῷ ἀποστόλῳ πείθονται Παύλῳ παραινοῦντι· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἂν ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Ὁ γὰρ μὴ φέρων τὸ μικρὸν ἐλάττωμα, οὔτε τοῦ μεγίστου κατορθώματος ἀπολαύσει, οὔτε τὸν νόμον τοῦ Χριστοῦ, τοῦτ’ ἔστι, τὴν ἀγάπην πληρώσει. Εἰ δὲ φαίης, ἐν τῇ Παλαιᾷ οὖν Διαθήκῃ οὐκ εἴρηται· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν·» φαίην ὅτι μάλιστα μὲν κἀκείνην αὐτὸς ἐθέσπισεν, ἔπειτα δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ τῇ κατὰ σάρκα, προσέθηκέ τι πλέον, εἰπὼν ὅτι «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.» Τὸ μὲν γὰρ ἀγαπῆσαι καὶ ἐν τῇ Παλαιᾷ κεῖται· τὸ δέ, «Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς,» προσέθηκε. Διὸ καὶ καινὴν ἐντολὴν αὐτὴν ἐκάλεσεν. Ἄλλο γὰρ τὸ ἀγαπῆσαι τὸν πέλας ὡς ἑαυτόν· ἄλλο καὶ τὰ οἰκεῖα παριδεῖν, ἵνα τὰ τῶν πέλας ἐπανορθώσῃ. Ὥσπερ γὰρ αὐτὸς οὐ πρὸς τὸ οἰκεῖον ὕψος, ἀλλὰ πρὸς τὸ τῶν ἀνθρώπων ὄφελος εἶδε, καὶ ταπεινώσας ἑαυτόν, μορφὴν δούλου κατηξίωσε λαβεῖν, ἵνα τοὺς δούλους εἰς υἱοθεσίαν ἀγάγῃ· οὕτω καὶ ἕκαστον ἡμῶν ἐκέλευσε, μὴ πρὸς τὸ οἰκεῖον κέρδος ὁρᾷν, ἀλλὰ πρὸς τὸ τῶν πέλας ὄφελος βλέπειν. Εἰ δὲ νομίζει τις βλάπτεσθαι συγκαταβαίνων, μανθανέτω, ὅτι ἡ συγκατάβασις αὕτη εἰς αὐτὴν αὐτὸν ἀνάγει τῆς τιμῆς τὴν κορυφήν.