Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἐπειδὴ συγγενὴς ἦν τοῦ Κυρίου ὁ Πρόδρομος· φησὶ γὰρ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, ὅτι «Ἰδοὺ ἡ συγγενής σου Ἐλισάβετ συνέλαβεν·» ἵνα μή τις ὑπονοήσῃ, ὡς διὰ τὴν συγγένειαν καταχαρίζεται ὁ Πρόδρομος τῷ Κυρίῳ, καὶ τοιαῦτα μαρτυρεῖ περὶ αὐτοῦ, τούτου ἕνεκέν φησι συνεχῶς, ὅτι «Κἀγὼ οὐκ ᾔδειν αὐτόν,» τὰς ὑποψίας ἀναιρῶν· ἀλλ’ ἵνα, φησί, φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Ἵνα, φησί, πάντες ὁδηγηθῶσι πρὸς τὴν εἰς αὐτὸν πίστιν, καὶ ὑποδειχθῇ τοῖς λαοῖς, διὰ τοῦτο ἐγὼ βαπτίζω. Ἐμοῦ γὰρ βαπτίζοντος, συντρέχουσιν οἱ λαοί· συναγομένοις δέ, φανεροῦται αὐτοῖς ὁ Χριστὸς ὑπ’ ἐμοῦ κηρυττόμενος, καὶ παρὼν παροῦσι δεικνύμενος. Εἰ μὴ γὰρ διὰ τὸ βάπτισμα συνέτρεχον, πῶς ἂν ὑπεδείχθη παρὰ τοῦ Ἰωάννου ὁ Κύριος; Οὐ γὰρ ἂν τὰς οἰκίας περιερχόμενος καὶ περιάγων ἀπὸ χειρὸς τὸν Χριστὸν ἐδεικνύειν ἑκάστῳ. Διὰ τοῦτο οὖν, φησίν, ἦλθον βαπτίζων ἐν ὕδατι, ἵνα διὰ τὸ βάπτισμα συνερχομένοις τοῖς λαοῖς, ὑπ’ ἐμοῦ φανερωθῇ. Ἐντεῦθεν δὲ μανθάνομεν, ὅτι τὰ λεγόμενα παιδικὰ τοῦ Χριστοῦ θαύματα ψευδῆ εἰσι, καὶ παρὰ τῶν θελόντων διαγελᾶσθαι τὸ μυστήριον συντεθειμένα. Εἰ γὰρ ἦσαν ἀληθῆ, πῶς ἠγνοεῖτο ποιῶν ταῦτα ὁ Κύριος; Οὐ γὰρ δήπου ἦν εἰκός, τοιαῦτα θαυματουργοῦντα μὴ οὐχὶ περιβόητον εἶναι. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι.