Γίνωσκε δὲ ὅτι ἡ Γραφὴ ἁπλῶς μὲν τὸ αὐτὸ δοκεῖ λέγειν πνεῦμα καὶ ψυχήν, κυρίως δὲ διαστέλλει· ψυχικὸν μὲν γὰρ ἄνθρωπον λέγει τὸν κατὰ φύσιν ζῶντα, καὶ ἀνθρωπίνοις λογισμοῖς διοικούμενον, οἷον ὅταν πεινᾷ, ἐσθίοντα, τὸν ἐχθρὸν μισοῦντα, καὶ ἁπλῶς, μηδὲν ὑπὲρ φύσιν φανταζόμενον· πνευματικὸν δέ, τὸν ὑπεραναβάντα τοὺς τῆς φύσεως νόμους, καὶ μηδὲν ἀνθρώπινον φρονοῦντα· καὶ αὕτη ἐστὶν ἡ διαφορὰ ψυχῆς καὶ πνεύματος ἐν τῇ Γραφῇ· τάχα δὲ ἰατροὶ ἄλλως ταῦτα διακρίνουσιν· ἀλλ’ ἡμῖν τῆς Γραφῆς μέλει· ἰατροὶ δὲ φθειρέσθωσαν. «Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς· ἀντελάβετο Ἰσραὴλ παιδὸς αὑτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς. Καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.» Βραχίων τοῦ Πατρός, ὁ Υἱός. Ἐποίησεν οὖν κράτος καὶ δύναμιν κατὰ τῆς φύσεως ὁ Θεὸς καὶ Πατὴρ ἐν τῷ Υἱῷ αὐτοῦ. Σαρκωθέντος γὰρ τοῦ Υἱοῦ, ἐνικήθη ἡ φύσις, παρθένου τεκούσης, Θεοῦ ἀνθρωπισθέντος, ἀνθρώπου θεωθέντος· καὶ διεσκόρπισεν ὁ Κύριος τοὺς ὑπερηφάνους δαίμονας, ἐκβαλὼν αὐτοὺς ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν· καὶ οὓς μὲν εἰς τὴν ἄβυσσον πέμψας, οὓς δὲ εἰς τοὺς χοίρους.