Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὃ καὶ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις κατὰ τὸν τῆς ἐπιδημίας καιρόν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται· ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς ζωήν.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται.» Παραδεξάμενος τοίνυν τὰ δικαιώματα Χριστοῦ, τότε δὴ, τότε καὶ εἰς Ἐλεὶμ ἥξομεν· ὅ ἐστιν, ἀνάβασις. Ἀναβιβαζόμεθα γὰρ ἐκ τῆς ἀρχαίας ἡμῶν νηπιότητος εἰς ἀρτίως ἔχουσαν φρένα, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ καταντήσαντες, ταῖς τῶν νοητῶν ὑδάτων πηγαῖς ἐντρυφήσομεν. Δυοκαίδεκα δὲ αὗται τὸν τῶν ἁγίων ἀποστόλων ἡμῖν καταγράφουσι χορόν· περιτευξόμεθα δὲ καὶ τοῖς ἑβδομήκοντα στελέχεσι τῶν φοινίκων. Γέγραπται γὰρ, ὅτι μετὰ τοὺς ἁγίους ἀποστόλους «ἀνέδειξεν ὁ Κύριος ἑτέρους ἑβδομήκοντα.» Ὅτι δὲ πηγαὶ κατὰ τὸ ἀληθὲς οἱ θεσπέσιοι μαθηταὶ, τὸν θεῖον ἡμῖν καὶ σωτήριον καὶ ἀναγκαῖον εἰς ζωὴν ἀναβρύοντες λόγον, παραδείξειεν ἂν εὖ μάλα τοῖς ἐν νόμῳ δεδικαιωμένοις ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· «Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου.» Ἁγίου δὲ πέρι παντὸς ὁ θεσπέσιος Μελῳδὸς, «Δίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει.» Καὶ μή τοι θαυμάσῃς. Ἐπεὶ καὶ αὐτὸς ὁ Χριστὸς τῇ τοιᾷδε κλήσει κατονομάζεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ.