Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.» Ἡ Τύρος καὶ ἡ Σιδὼν πόλεις ἦσαν Ἑλληνίδες, ἡ δὲ Βηθσαϊδὰ καὶ ἡ Χωραζείν, Ἰουδαϊκαί. Λέγει τοίνυν, ὅτι Ἐν τῇ κρίσει ἀνεκτότερον ἔσται τοῖς Ἕλλησιν, ἢ ὑμῖν τοῖς ἰδοῦσι θαύματα, καὶ μὴ πιστεύσασιν. Ἐκεῖνοι γὰρ εἰ εἶδον, ἐπίστευσαν ἄν. Ἀλλὰ καὶ σύ, Καπερναούμ, ὑψώθης μὲν ἕως οὐρανοῦ, δοξαζομένη διὰ τὰ ἐν σοὶ θαύματα πολλὰ γεγονότα, καταβιβασθήσῃ δὲ ἕως ᾅδου, κατακριθησομένη δι’ αὐτὸ τοῦτο, ὅτι καὶ μετὰ τοσαῦτα θαύματα ἀπιστεῖς. Εἶτα ἵνα μὴ λέγωσιν οἱ πεμπόμενοι ἐπὶ τὸ κήρυγμα, ὅτι ποῦ ἀποστέλλεις ἡμᾶς, εἰ μὴ μέλλουσιν ἡμᾶς πόλεις τινὲς ὑποδέχεσθαι; φησί· Μὴ λυπεῖσθε· ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ καὶ τὸν Πατέρα μου, ὥστε ἡ ὕβρις οὐκ εἰς ὑμᾶς ἵσταται, ἀλλ’ εἰς Θεὸν ἀνατρέχει. Παραμυθία τοίνυν ἔστω ὑμῖν, τὸν Θεὸν ὑβρίζεσθαι· ὥσπερ πάλιν μὴ καυχᾶσθε. Ἢ ὑψηλοφρονεῖτε, ὅτι ἀκούουσί τινες ὑμῶν. Οὐ γὰρ ὑμέτερον τὸ ἔργον, ἀλλ’ ἐμοῦ καὶ τῆς χάριτος. «Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.