Καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευίταις, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.» Τῶν Φαρισαίων καὶ Γραμματέων διαβαλλόντων τὰ θαύματα, ἡ γυνὴ τὸ ἄδολον χρῆμα καὶ ἁπλοῦν εὐφημεῖ. Ποῦ δέ εἰσιν οἱ λέγοντες φαντασίᾳ φανῆναι τὸν Κύριον; Ἰδοὺ γὰρ καὶ μαστοὺς θηλάσαι μαρτυρεῖται. Αὐτὸς δὲ μακαρίζει τοὺς φυλάσσοντας τὸν λόγον τοῦ Θεοῦ, οὐκ ἐκβάλλων τοῦ μακαρισμοῦ τὴν Μητέρα αὑτοῦ, ἄπαγε, ἀλλὰ δεικνύων, ὅτι οὐδὲν οὐδὲ ἐκείνη ὠφεληθήσεται ἀπὸ τοῦ τεκεῖν αὐτὸν καὶ θηλάσαι, εἰ μὴ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν ἔχοι. Ἅμα δὲ καὶ πρὸς τὸν καιρὸν ταῦτά φησιν. Ἐπεὶ γὰρ οἱ βάσκανοι καὶ ἀνήκοοι τῶν λόγων αὐτοῦ διέβαλλον τοὺς ἀκούοντας, αὐτὸς τὸ ἐναντίον ποιῶν, μᾶλλον μακαρίζει τοὺς ἀκούοντας. Τάχα δὲ καὶ διὰ τὸν ἰαθέντα κωφὸν ταῦτά φησιν, ἵνα καὶ αὐτὸς ἀκούσας φυλάξῃ τὸν λόγον, καὶ μὴ γίνηται αὐτῷ ἡ πρὸς τὸ ἀκούειν δύναμις εἰς κατάκρισιν. Τῶν δὲ ὄχλων ἐπαθροιζομένων, ἤρξατο ὁ Κύριος ἐλέγχειν τοὺς ἀγνώμονας.