Ἔστι τοίνυν ὑπὸ τοῦ θεοῦ μισούμενον ἀπολαῦσαί τι χρηστὸν τῶν αὐτῶν τούτων πραγμάτων, δι’ ἃ μισεῖται καὶ πολεμεῖται, ἢ τῶν ἰδίων ἕνεκα ἢ τῆς πολιτείας; καὶ τίς ἂν εἴποι; τοὺς δὲ πλεονέκτας οὐκ ἐπὶ τοῦ μέλλοντος μόνον ἀνάγκη δυστυχεῖν, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν χρείαν, ὑπὲρ ἧς αἱροῦνται παρανομεῖν, ματαίαν αὐτοῖς ὁ Χριστὸς εἶναί φησι τὴν σπουδὴν· ὁρᾶτε γάρ, φησι, καὶ φυλάσσεσθε ἀπὸ τῆς πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ. ταῦτα οὐκ ἔνι διαπεσεῖν οὐδ’ εἰρῆσθαι μάτην, οὐδὲ ἐψεῦσθαι τὰς τῆς ἀληθείας προῤῥήσεις, ἀλλὰ ἀνάγκη πᾶσα μηδένα πλεονέκτην καὶ πονηρὸν ἄνθρωπον διὰ τὴν ἀδικίαν καὶ τὴν πλεονεξίαν ἀμείνονος τυχεῖν τῆς ζωῆς, ταύτης δὴ τῆς παρούσης, ἢ μακροτέρας, οὐκ ἰδιώτην μόνον, ἀλλὰ καὶ ἄρχοντα· καὶ ὥσπερ οὐδένα ἄνδρα, οὕτως οὐδ’ οἰκίαν ὁλόκληρον, οὐ πόλιν, οὐκ ἔθνος ἅπαν· ὁ οὐρανὸς γάρ, φησι, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. οὔκουν ἅπας στρατιώτης καὶ πᾶσα ναῦς καὶ πᾶν ὅπλον ταῖς πόλεσιν ὄφελος ἔχει, ἀλλ’ ὅσα ἐκ τῶν δικαίων καὶ ὧν οὐδεὶς ἐμέμψατο τοῖς κτησαμένοις οὐδ’ ἐπηράσατο καὶ θεὸν ἐμαρτύρατο καὶ δίκας ἐκάλεσε τιμωρούς.